Ancient Greek · ~1 min
Section 61
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 61
Not analysed yet
τὸ μὲν γὰρ σύνολον, ὄντες Ἀρχιάδῃ, οὗ ἐστιν ὁ κλῆρος οὑτοσί, πρὸς ἀνδρῶν κατὰ γένος ἐγγυτάτω, καὶ τῆς ποιήσεως, ἣν ἐκεῖνος ἐποιήσατο, τῶν μὲν ἐπανεληλυθότων εἰς τὸν πατρῷον οἶκον, τοῦ δʼ ἐγκαταλειφθέντος ἄπαιδος τετελευτηκότος, τούτων δʼ οὕτως ἐχόντων ἀξιοῦμεν κληρονομεῖν,