Ancient Greek · ~1 min
Section 7
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 7
Not analysed yet
ἔστιν γὰρ ὁ μὲν ἀγὼν οὑτοσὶ κλήρου διαδικασία, ἀμφισβητεῖται δὲ παρὰ μὲν ἡμῶν κατὰ γένος ἡ ἀγχιστεία, παρὰ δὲ τούτων κατὰ ποίησιν· ὁμολογοῦμεν δʼ ἐναντίον ὑμῶν δεῖν τὰς ποιήσεις κυρίας εἶναι, ὅσαι ἂν κατὰ τοὺς νόμους δικαίως γένωνται. ὥστε ταύτας τὰς ὑποθέσεις μεμνημένοι, ἂν δείξωσιν ὑμῖν διδόντας τοὺς νόμους αὑτοῖς ἃ διαμεμαρτυρήκασιν, ψηφίσασθε αὐτοῖς τὸν κλῆρον.