Ancient Greek
Section 9
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 9
Not analysed yet
τὸ γὰρ ἐξ ἀρχῆς, ὦ ἄνδρες δικασταί, γίγνονται Εὐθυμάχῳ τῷ Ὀτρυνεῖ υἱεῖς τρεῖς, Μειδυλίδης καὶ Ἄρχιππος καὶ Ἀρχιάδης, καὶ θυγάτηρ ᾗ ὄνομα ἦν Ἀρχιδίκη. τελευτήσαντος δὲ τοῦ πατρὸς αὐτοῖς, τὴν μὲν Ἀρχιδίκην ἐκδιδόασιν Λεωστράτῳ Ἐλευσινίῳ, αὐτῶν δὲ τριῶν ὄντων ὁ μὲν Ἄρχιππος τριηραρχῶν ἐτελεύτησεν τὸν βίον ἐν Μηθύμνῃ, ὁ δὲ Μειδυλίδης οὐ πολλῷ χρόνῳ γαμεῖ ὕστερον Μνησιμάχην Λυσίππου τοῦ Κριωέως θυγατέρα.