Ancient Greek · ~1 min
Section 1
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 1
Not analysed yet
ἐπειδὴ καὶ πρότερον ἀγῶνες ἐγένοντο ἡμῖν, ὦ ἄνδρες δικασταί, πρὸς τοὺς αὐτοὺς τούτους περὶ τοῦ κλήρου τοῦ Ἁγνίου, καὶ οὐδὲν παύονται παρανομοῦντες καὶ βιαζόμενοι ὥστε ἐκ παντὸς τρόπου τὰ μὴ προσήκονθʼ ἑαυτοῖς ἔχειν, ἀνάγκη ἴσως ἐστὶν τὰ πραχθέντα ἐξ ἀρχῆς διηγήσασθαι·