Ancient Greek · ~1 min
Section 13
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 13
Not analysed yet
καὶ ἐγὼ ταῦτα ὑπηρέτησα αὐτῷ, ὁ τὴν Εὐβουλίδου θυγατέρα ἔχων ἐπιδικασάμενος ὡς γένει ὢν ἐγγυτάτω, καὶ εἰσήγαγον τὸν παῖδα τουτονὶ εἰς τοὺς Ἁγνίου καὶ Εὐβουλίδου φράτερας, μεθʼ ὧν καὶ Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου, ἕως ἔζη, ἐφράτριζε καὶ αὐτὸς οὗτος.