Ancient Greek · ~2 min
Section 16
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 16
Not analysed yet
καί μοι ἀνάγνωθι τὸν νόμον, καθʼ ὃν ἡ πρόσκλησίς ἐστιν παρὰ τοῦ ἔχοντος τὸν κλῆρον. ΝΟΜΟΣ. ἐὰν δʼ ἐπιδεδικασμένου ἀμφισβητῇ τοῦ κλήρου ἢ τῆς ἐπικλήρου, προσκαλείσθω τὸν ἐπιδεδικασμένον πρὸς τὸν ἄρχοντα, καθάπερ ἐπὶ τῶν ἄλλων δικῶν· παρακαταβολὰς δʼ εἶναι τῷ ἀμφισβητοῦντι. ἐὰν δὲ μὴ προσκαλεσάμενος ἐπιδικάσηται, ἀτελὴς ἔσται ἡ ἐπιδικασία τοῦ κλήρου. ἐὰν δὲ μὴ ζῇ ὁ ἐπιδικασάμενος τοῦ κλήρου, προσκαλείσθω κατὰ ταὐτά, ᾧ ἂν ἡ προθεσμία μήπω ἐξήκῃ. τὴν δʼ ἀμφισβήτησιν εἶναι τῷ ἔχοντι, καθότι ἐπεδικάσατο οὗ ἂν ἔχῃ τὰ χρήματα. τοῦ μὲν νόμου ἀκηκόατε, δέομαι δʼ ὑμῶν δικαίαν δέησιν, ὦ ἄνδρες δικασταί.