Ancient Greek · ~1 min
Section 28
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 28
Not analysed yet
οὐ προσήκει δέ, ὦ ἄνδρες δικασταί, οὐδένα ἀνθρώπων ἔχειν τὸν κλῆρον τὸν Ἁγνίου ἐξ ἑτέρου οἴκου ὄντα, ἕως ἄν τις λείπηται τῶν γενομένων ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, οὐδʼ ἐκβάλλειν βίᾳ, ὅπερ οὗτοι διαπράττονται, γένει τε ἀπωτέρω ὄντες καὶ οὐκ ἐν τῷ αὐτῷ οἴκῳ. τοῦτο γάρ ἐστιν, ὦ ἄνδρες δικασταί, ᾧ παρεκρούσατο Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου.