Ancient Greek · ~1 min
Section 40
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 40
Not analysed yet
τούτῳ δʼ ὁ βουλόμενος μαρτυρησάτω, ἢ ὡς οὐκ ἦσαν ἀδελφοὶ ὁμοπάτριοι καὶ ὁμομήτριοι Πολέμων καὶ Φυλομάχη, ἢ ὅτι οὐκ ἦν ὁ μὲν Πολέμων υἱός, ἡ δὲ Φυλομάχη θυγάτηρ Ἁγνίου τοῦ Βουσέλου υἱέος, ἢ ὅτι ὁ Πολέμων οὐκ ἦν πατὴρ Ἁγνίου, οὗ ἐστιν ὁ κλῆρος, οὐδʼ ἡ ἀδελφὴ ἡ Πολέμωνος Φυλομάχη τηθίς,