Ancient Greek · ~2 min
Section 43
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 43
Not analysed yet
μαρτυροῦσι συγγενεῖς εἶναι Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου καὶ Φιλάγρῳ τῷ πατρὶ τῷ Εὐβουλίδου καὶ Εὐκτήμονι τῷ βασιλεύσαντι, καὶ εἰδέναι Εὐκτήμονα ἀδελφὸν ὄντα ὁμοπάτριον Φιλάγρῳ τῷ πατρὶ τῷ Εὐβουλίδου· καὶ ὁπότε ἡ ἐπιδικασία ἦν τοῦ κλήρου τοῦ Ἁγνίου Εὐβουλίδῃ πρὸς Γλαύκωνα, ἔτι ζῆν Εὐκτήμονα, ἐκ πατραδέλφων ἀνεψιὸν ὄντα Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, καὶ μὴ ἀμφισβητῆσαι Εὐκτήμονα Εὐβουλίδῃ τοῦ κλήρου τοῦ Ἁγνίου, μηδʼ ἄλλον μηδένα κατὰ γένος τότε. ΑΛΛΗ.