Ancient Greek · ~2 min
Section 50
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 50
Not analysed yet
οὑτοσὶ ἕτερος οἶκός ἐστιν ὁ Ἁγνίου, ἑνὸς τῶν Βουσέλου υἱέων, καὶ ἐνταῦθʼ οὐδʼ ὁτιοῦν ἔνεστι τὸ αὐτὸ ὄνομα τῶν ἐν τῷ Στρατίου οἴκῳ ὄντων ἐκγόνων, ἀλλʼ οὐδὲ παραπλήσιον· ἀλλʼ αὐτοὶ διʼ αὑτῶν πορεύονται ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, τὰ ὀνόματα παρʼ ἀλλήλων παραλαμβάνοντες. πανταχῇ δὴ καὶ πάντα τρόπον ἐξελέγχονται ἐξ ἑτέρου οἴκου καὶ γένει ἀπωτέρω ὄντες, καὶ οὐ προσῆκον αὐτοῖς κληρονομεῖν οὐδενὸς τῶν Ἁγνίου. οἷς γὰρ δίδωσιν ὁ νομοθέτης τὴν ἀγχιστείαν καὶ τὴν κληρονομίαν, τούτους ἀναγνώσεται ὑμῖν τοὺς νόμους. ΝΟΜΟΣ.