Ancient Greek · ~2 min
Section 70
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 70
Not analysed yet
ὅτι δὲ ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐξεπρέμνισαν οὗτοι τὰς ἐλάας ἐκ τῶν χωρίων ὧν Ἁγνίας κατέλιπεν, μάρτυρας ὑμῖν τούτων παρεξόμεθα τούς τε προσχώρους καὶ τῶν ἄλλων οὓς παρεκαλέσαμεν, ὅτʼ ἐπεμαρτυρόμεθα περὶ τούτων. λέγε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑΙ μαρτυροῦσιν ἀκολουθῆσαι Ἀραφῆνάδε παρακληθέντες ὑπὸ Σωσιθέου εἰς τοὺς Ἁγνίου ἀγρούς, ἐπειδὴ Θεόπομπος ἐπεδικάσατο τοῦ κλήρου τοῦ Ἁγνίου, καὶ ἐπιδεικνύναι αὑτοῖς Σωσίθεον τὰς ἐλάας πρεμνιζομένας ἐκ τοῦ Ἁγνίου ἀγροῦ.