Ancient Greek · ~1 min
Section 8
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 8
Not analysed yet
καὶ ἐπειδὴ ἦγεν ὁ ἄρχων εἰς τὸ δικαστήριον καὶ ἔδει ἀγωνίζεσθαι, τά τε ἄλλα ἦν αὐτοῖς ἅπαντα κατεσκευασμένα εἰς τὸν ἀγῶνα, καὶ τὸ ὕδωρ, πρὸς ὃ ἔδει ἀγωνίζεσθαι, τετραπλάσιον ἡμῶν ἔλαβον. ἐξ ἀνάγκης γὰρ ἦν, ὦ ἄνδρες δικασταί, τῷ ἄρχοντι ἀμφορέα ἑκάστῳ ἐγχέαι τῶν ἀμφισβητούντων, καὶ τρεῖς χοᾶς τῷ ὑστέρῳ λόγῳ.