Ancient Greek · ~2 min
Section 83
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 83
Not analysed yet
νομίζετε δὴ τὸν παῖδα τοῦτον, ὦ ἄνδρες δικασταί, ἱκετηρίαν ὑμῖν προκεῖσθαι ὑπὲρ τῶν τετελευτηκότων Ἁγνίου καὶ Εὐβουλίδου καὶ τῶν ἄλλων τῶν ἀπὸ τοῦ Ἁγνίου, καὶ ἱκετεύειν αὐτοὺς ὑμᾶς τοὺς δικαστάς, ὅπως μὴ ἐξερημωθήσεται αὐτῶν ὁ οἶκος ὑπὸ τῶν μιαρῶν τούτων θηρίων, οἵ εἰσιν ἐκ τοῦ Στρατίου οἴκου, ἐν δὲ τῷ Ἁγνίου οὐδεπώποτʼ ἐγένοντο· μηδʼ ἐπιτρέψητε τούτοις ἔχειν τὰ μὴ προσήκοντα, ἀλλʼ ἀποδοῦναι ἀναγκάσατε εἰς τὸν Ἁγνίου οἶκον τοῖς προσήκουσιν τοῖς Ἁγνίου.