Ancient Greek
Section 10
Demosthenes, παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην 10
Not analysed yet
τὸν μὲν γὰρ πατέρʼ οὐδʼ ἂν αἰτιάσαιντο λαβεῖν (τέτταρσι γὰρ ἢ τρισὶ μησὶν ὕστερον ἢ διελύσατο πρὸς τούτους ἐτελεύτησεν). ὡς δʼ οὐδὲ Δημάρετον τὸν καταλειφθένθʼ ἡμῶν ἐπίτροπον λαβεῖν οἷόν τε (καὶ γὰρ τοῦτον ἔγραψαν εἰς τὸ ἔγκλημα), καὶ τοῦτʼ ἐπιδείξω.