Ancient Greek · ~2 min
Section 10
Demosthenes, πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου 10
Not analysed yet
ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον προσελθών μοι κλάων ἔλεγεν, ὅτι οἱ ξένοι ἀπαιτοῖεν αὑτόν, οἱ δανείσαντες τὰ λύτρα, τὸ λοιπὸν ἀργύριον, καὶ ἐν ταῖς συγγραφαῖς εἴη τριάκονθʼ ἡμερῶν αὐτὸν ἀποδοῦναι ἢ διπλάσιον ὀφείλειν, καὶ ὅτι τὸ χωρίον τὸ ἐν γειτόνων μοι τοῦτο οὐδεὶς ἐθέλοι οὔτε πρίασθαι οὔτε θέσθαι· ὁ γὰρ ἀδελφὸς ὁ Ἀρεθούσιος, οὗ τἀνδράποδʼ ἐστὶ ταῦτα ἃ νῦν ἀπογέγραπται, οὐδένα ἐῴη οὔτε ὠνεῖσθαι οὔτε τίθεσθαι, ὡς ἐνοφειλομένου αὑτῷ ἀργυρίου.