Ancient Greek · ~1 min
Section 23
Demosthenes, πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου 23
Not analysed yet
ἐγὼ δὲ ἀπεκρινάμην αὐτοῖς ἐναντίον μαρτύρων, ὅτι ἕτοιμός εἰμι ἰέναι εἰς τὴν βουλὴν μετʼ αὐτῶν καὶ παραλαμβάνειν μετʼ ἐκείνης ἢ μετὰ τῶν ἕνδεκα, λέγων ὅτι, εἰ μὲν ἰδίαν δίκην ἐδικαζόμην αὐτοῖς, εἰ ἐμοὶ ἐξεδίδοσαν, παρελάμβανον ἄν, νῦν δὲ τῆς πόλεως εἴη τὰ ἀνδράποδα καὶ ἡ ἀπογραφή· δεῖν οὖν δημοσίᾳ βασανίζεσθαι.