Ancient Greek · ~1 min
Section 27
Demosthenes, πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου 27
Not analysed yet
τοσούτου δὴ δέουσιν ἐκτίνειν καθʼ ἃ ἠγγυήσαντο, ὥστε καὶ τῶν ὑμετέρων ἀμφισβητοῦσι. καίτοι οἵ γε νόμοι κελεύουσι τὴν οὐσίαν εἶναι δημοσίαν, ὃς ἂν ἐγγυησάμενός τι τῶν τῆς πόλεως μὴ ἀποδιδῷ τὴν ἐγγύην· ὥστε καὶ εἰ τούτων ἦν τὰ ἀνδράποδα, προσῆκεν αὐτὰ δημόσια εἶναι, εἴπερ τι τῶν νόμων ὄφελος.