Ancient Greek · ~1 min
Section 13
Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης α΄ 13
Not analysed yet
ἐν οὐδεμιᾷ γάρ ἐστιν ὑποψίᾳ τὰ δίκαια πάντα ποιήσας. ὥσθʼ οὕτως τοῦ πράγματος ἔχοντος, καὶ τούτων οὐδὲ καθʼ ἓν ὧν εἶπον ὀφείλειν ἀναγκασθέντων, οὐδὲ βουληθέντων ἄν, οὐκ ἔστʼ εἰπεῖν ἄλλην πρόφασιν διʼ ἣν οὐκ ἀπέδοσαν, ἀλλʼ ἀνάγκη ταύτην εἶναι τὴν αἰτίαν, διʼ ἣν δοῦναι τὴν προῖκʼ οὐκ ἐπίστευσαν.