Ancient Greek · ~1 min
Section 38
Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης α΄ 38
Not analysed yet
οὗτος δὲ τηλικαῦτα δίκαια φυγὼν καὶ σαφεῖς οὕτω καὶ μεγάλους ἐλέγχους παραλιπών, Ἄφοβον παρεχόμενος μάρτυρα καὶ Τιμοκράτην, τὸν μὲν ὡς ἀπέδωκε τὴν προῖκα, τὸν δʼ ὡς ἀπείληφεν, ἀξιώσει πιστεύεσθαι παρʼ ὑμῖν, ἀμάρτυρον τὴν πρὸς τούτους πρᾶξιν γεγενῆσθαι προσποιούμενος· τοσαύτην ὑμῶν εὐήθειαν κατέγνωκεν.