Ancient Greek
Section 13
Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης β΄ 13
Not analysed yet
ὅπερ καὶ οὗτος ἔμοιγε δοκεῖ πάσχειν. ἐπεὶ φέρε, πῶς ἐστι δίκαιον, ἐὰν μὲν ὀγδοήκοντα μνῶν θῇς ὅρους, ὀγδοήκοντα μνᾶς εἶναι τὴν προῖκα, ἐὰν δὲ πλείονος πλέον, ἐὰν δʼ ἐλάττονος ἔλαττον; ἢ πῶς ἐστι δίκαιον, τῆς ἀδελφῆς τῆς σῆς μηδέπω καὶ τήμερον ἄλλῳ συνοικούσης μηδʼ ἀπηλλαγμένης Ἀφόβου, μηδὲ τὴν προῖκα δεδωκότος σοῦ, μηδʼ ὑπὲρ τούτων εἰς βάσανον μηδʼ εἰς ἄλλο δίκαιον μηδὲν καταφεύγειν ἐθέλοντος, ὅτι σὺ στῆσαι φὴς ὅρους, σὸν εἶναι τὸ χωρίον; ἐγὼ μὲν οὐδαμῶς οἶμαι· τὴν γὰρ ἀλήθειαν σκεπτέον, οὐχ ἅ τις αὑτῷ παρεσκεύασεν ἐξεπίτηδες εἰς τὸ λέγειν τι δοκεῖν, ὥσπερ ὑμεῖς.