Ancient Greek
Section 2
Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης β΄ 2
Not analysed yet
γενομένης δέ μοι τῆς δίκης πρὸς αὐτόν, ἰδὼν ὡς διάκεισθʼ ὑμεῖς πρὸς τοὺς λίαν ἀναιδῶς ἀδικοῦντας, ἔννους γίγνεται, καὶ δεινὰ πάσχειν ἡγήσατο δόξειν ἐμὲ τοσούτων χρημάτων ἀπεστερημένον, εἰ μηδʼ ὁτιοῦν ἕξοιμι τῶν Ἀφόβου λαβεῖν τοῦ τἄμʼ ἔχοντος, ἀλλʼ ὑπὸ τούτου κωλυόμενος φανερὸς γενήσομαι.