Ancient Greek
Section 6
Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης β΄ 6
Not analysed yet
σκέψασθε τοίνυν τὴν ἀναίδειαν, ὃς ἐν ὑμῖν ἐτόλμησεν εἰπεῖν, ὡς οὐκ ἀποστερεῖ μʼ ὅσῳ πλείονος ἄξιόν ἐστι ταλάντου, καὶ ταῦτʼ αὐτὸς τιμήσας οὐκ ἄξιον εἶναι πλείονος. τί γὰρ βουλόμενος δισχιλίων προσωρίσω τὴν οἰκίαν, ὅτε τὰς ὀγδοήκοντα μνᾶς ἐνεκάλεις, εἴ γε τὸ χωρίον ἄξιον ἦν πλείονος, ἀλλʼ οὐκ ἐπὶ τούτῳ καὶ τὰς δισχιλίας ἐτίθεις;