Ancient Greek
Section 9
Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης β΄ 9
Not analysed yet
ἄξιον τοίνυν καὶ τὸν ὅρκον, ὁποῖόν τινʼ ἂν ὤμοσεν, εἴ τις ἔδωκεν, ἐκ τούτων ἰδεῖν. ὃς γὰρ ὀγδοήκοντα μνᾶς ἔφη τὴν προῖκʼ εἶναι, εἰ τότʼ αὐτῷ τις ἔδωκεν, ὀμόσαντι ταῦτʼ ἀληθῆ λέγειν, κομίσασθαι, τί ἐποίησεν ἄν; ἢ δῆλον ὅτι ὤμοσεν; τί γὰρ καὶ λέγων οὐ φήσει τότʼ ἂν ὀμόσαι, νῦν γε τοῦτʼ ἀξιῶν; οὐκοῦν ὅτι γʼ ἐπιώρκησεν ἄν, ἑαυτὸν ἐξελέγχει· νῦν γὰρ οὐκ ὀγδοήκοντα μνᾶς, ἀλλὰ τάλαντον δεδωκέναι φησίν. τί μᾶλλον ἂν οὖν εἰκότως τις αὐτὸν ἐκεῖνʼ ἐπιορκεῖν ἢ τάδʼ ἡγοῖτο; ἢ τίνα τις δικαίως ἂν ἔχοι περὶ τούτου διάνοιαν, τοῦ ῥᾳδίως οὕτως αὑτὸν ἐξελέγχοντος ὄντʼ ἐπίορκον;