Ancient Greek · ~1 min
Section 11
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 11
Not analysed yet
ἀηδῶς δʼ ἔχων οἷς λέγω τούτοις, ἰδὼν τὸν Μνησικλέα τὸν πρατῆρα τούτων ἡμῖν γεγενημένον, προσελθὼν ἐμεμφόμην αὐτῷ, λέγων οἷον ἄνθρωπον προὐξένησέ μοι, καὶ τοὺς ἀμφισβητοῦντας καὶ τί ταῦτʼ ἐστὶν ἠρώτων. ἀκούσας δʼ ἐκεῖνος τῶν μὲν ἀμφισβητούντων κατεγέλα, συνελθεῖν δʼ ἔφη τούτους βούλεσθαι πρὸς ἡμᾶς, καὶ συνάξειν αὐτὸς ἡμᾶς, καὶ παραινέσειν τούτῳ πάντα ποιεῖν τὰ δίκαιʼ ἐμοί, καὶ οἴεσθαι πείσειν.