Ancient Greek · ~1 min
Section 14
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 14
Not analysed yet
ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθʼ ὑπέμεινα.