Ancient Greek · ~2 min
Section 23
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 23
Not analysed yet
ἐπίσχες. ταυτὶ πάντα, ἃ νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε. μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί· οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν. οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλʼ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος· πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτʼ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθʼ οὐδʼ ὁτιοῦν δήπουθεν ᾔδειν;