Ancient Greek · ~1 min
Section 4
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 4
Not analysed yet
ἐδανείσαμεν πέντε καὶ ἑκατὸν μνᾶς ἐγὼ καὶ Εὔεργος, ὦ ἄνδρες δικασταί, Πανταινέτῳ τουτῳί, ἐπʼ ἐργαστηρίῳ τʼ ἐν τοῖς ἔργοις ἐν Μαρωνείᾳ καὶ τριάκοντʼ ἀνδραπόδοις. ἦν δὲ τοῦ δανείσματος τετταράκοντα μὲν καὶ πέντε μναῖ ἐμαί, τάλαντον δʼ Εὐέργου. συνέβαινε δὲ τοῦτον ὀφείλειν Μνησικλεῖ μὲν Κολλυτεῖ τάλαντον, Φιλέᾳ δʼ Ἐλευσινίῳ καὶ Πλείστορι πέντε καὶ τετταράκοντα μνᾶς.