Ancient Greek · ~1 min
Section 44
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 44
Not analysed yet
φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δʼ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγʼ, ὅ τι ποτʼ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. ἵνα δʼ εἰδῆθʼ ὑφʼ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθʼ ὁ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. οὐ γὰρ ἔγωγʼ ἐπεδήμουν, οὐδʼ αὐτὸς ἐγκαλεῖ.