Ancient Greek · ~1 min
Section 10
Demosthenes, πρὸς Φαίνιππον περὶ ἀντιδόσεως 10
Not analysed yet
ἃ μὲν τοίνυν εὐθὺς τῇ πρώτῃ ἡμέρᾳ μετὰ τὰς ἀντιδόσεις ἤρξατό με Φαίνιππος ἀδικεῖν, ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐμοῦ καὶ τῶν μαρτύρων. τὰ δὲ μετὰ ταῦτα γεγενημένα οὐκέτι εἰς ἐμὲ μόνον αὐτῷ ἡμάρτηται, ἀλλὰ καὶ εἰς τοὺς νόμους, ὑπὲρ ὧν ὑμῖν ἅπασι σπουδαστέον ἐστίν.