Ancient Greek · ~1 min
Section 26
Demosthenes, πρὸς Φαίνιππον περὶ ἀντιδόσεως 26
Not analysed yet
ἔα ταῦτα. καίτοι πολλὰ τῶν ἔνδοθεν ἐκφορήσας, ὦ ἄνδρες δικασταί, Φαίνιππος, ἀνοίξας τὰ παρασεσημασμένα τῶν οἰκημάτων, ὡς ὑμῖν μεμαρτύρηται, καὶ καταλιπὼν ὅσα ἔδοξεν αὐτῷ, δευτέρῳ μηνὶ τὴν ἀπόφασιν ἔδωκέ μοι τῆς οὐσίας. ἀλλʼ ὅμως ἔα ταῦτα. λέγε δʼ ἐντευθενί ἐπὶ τούτοις τάδε ὀφείλω. ΑΠΟΦΑΣΙΣ.