Ancient Greek
Section 29
Demosthenes, πρὸς Φαίνιππον περὶ ἀντιδόσεως 29
Not analysed yet
ὅτι, ὦ βέλτιστε, οὐδὲν ἄλλο κατασκευάζεις ἢ ὅσονπερ κοινῇ γέγονέ μοι πρὸς τὴν πόλιν ὄφλημα, τοσοῦτο καὶ σοὶ ἰδίᾳ νῦν εἶναι. ὅτι δʼ, ὦ Φαίνιππε, ψεύδει καὶ ἐπιωρκηκὼς ἥκεις πρὸς τούτους, ἤδη φανερῶς ἐλέγξω. λαβέ μοι, γραμματεῦ, τὴν τοῦ Αἰαντίδου καὶ Θεοτέλους μαρτυρίαν, οἷς οὗτος ἀπογέγραφεν ὀφείλονθʼ αὑτὸν τετρακισχιλίας δραχμὰς ψευδόμενος καὶ πάλαι ἀποδεδωκώς, οὐχ ἑκών, ἀλλὰ δίκην ὀφλών. λέγε. ΜΑΡΤΥΡΙΑ.