Ancient Greek · ~1 min
Section 31
Demosthenes, πρὸς Φαίνιππον περὶ ἀντιδόσεως 31
Not analysed yet
ποῖ γὰρ τραπέσθαι δεήσει διαμαρτόντα τῆς ὑμετέρας γνώμης, ὅταν οἱ πλούσιοι καὶ μηδὲν ὑμῖν πώποτε χρήσιμοι γεγενημένοι, πολὺν καὶ σῖτον καὶ οἶνον ποιοῦντες καὶ τοῦτον τριπλασίας τιμῆς ἢ πρότερον διατιθέμενοι, πλεονεκτῶσιν παρʼ ὑμῖν; ὃ μηδαμῶς νυνὶ γενέσθω, ἀλλʼ ὥσπερ καὶ κοινῇ πᾶσιν βεβοηθήκατε τοῖς ἐν τοῖς ἔργοις ἐργαζομένοις, οὕτω καὶ ἰδίᾳ βοηθήσατέ μοι νῦν.