Ancient Greek · ~2 min
Section 5
Demosthenes, πρὸς Φαίνιππον περὶ ἀντιδόσεως 5
Not analysed yet
τοῦ γὰρ μεταγειτνιῶνος, ὦ ἄνδρες δικασταί, τῇ δευτέρᾳ ἱσταμένου ἐποίουν οἱ στρατηγοὶ τοῖς τριακοσίοις τὰς ἀντιδόσεις. ἐν ταύταις ἐκάλεσα κατὰ τὸν νόμον Φαίνιππον τουτονί. καλέσας δὲ καὶ παραλαβὼν τῶν οἰκείων τινὰς καὶ φίλων, ἐπορευόμην Κύθηρόνδε εἰς τὴν ἐσχατιὰν αὐτοῦ. καὶ πρῶτον μὲν περιαγαγὼν τὴν ἐσχατιὰν πλέον ἢ σταδίων οὖσαν τετταράκοντα κύκλῳ, ἔδειξα καὶ διεμαρτυράμην ἐναντίον Φαινίππου, ὅτι οὐδεὶς ὅρος ἔπεστιν ἐπὶ τῇ ἐσχατιᾷ· εἰ δέ φησιν, εἰπεῖν ἐκέλευον αὐτὸν ἤδη καὶ δεῖξαι, ὅπως μὴ ὕστερον ἐνταῦθα χρέως γενόμενον ἀναφανήσεται.