Ancient Greek
Section 1
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 1
Not analysed yet
ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπʼ Ἀνδροτίωνος κακῶς, ἅμα τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρʼ οἷός τʼ ὦ. συμβέβηκε δέ, πολλὰ καὶ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους Εὐκτήμονος ὑβρισμένου, ἐλάττω ταῦτʼ εἶναι τῶν ἐμοὶ γεγενημένων διʼ Ἀνδροτίωνος πραγμάτων. οὗτος μέν γʼ εἰς χρήματα καὶ τὸ παρʼ ὑμῶν ἀδίκως ἐκπεσεῖν ἐπεβουλεύθη· ἐμὲ δʼ οὐδʼ ἂν ἐδέξατο τῶν ὄντων ἀνθρώπων οὐδὲ εἷς, εἰ τὰ κατασκευασθένθʼ ὑπὸ τούτου παρʼ ὑμῖν ἐπιστεύθη.