Ancient Greek · ~2 min
Section 23
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 23
Not analysed yet
ἡμεῖς τοίνυν οὐκ ἐκ λόγων εἰκότων οὐδὲ τεκμηρίων, ἀλλὰ παρʼ οὗ μάλιστα δίκην ἔστι λαβεῖν τούτῳ, ταῦτʼ ἐπιδείκνυμεν—ἄνδρα παρεσχηκότα γραμματεῖον, ἐν ᾧ τὰ τούτῳ βεβιωμένʼ ἔνεστιν, ὃς αὑτὸν ὑπεύθυνον ποιήσας μαρτυρεῖ ταῦτα. ὥσθʼ ὅταν μὲν λοιδορίαν ταῦτα καὶ αἰτίαν εἶναι φῇ, ὑπολαμβάνεθʼ ὡς ταῦτα μέν ἐστιν ἔλεγχος, ἃ δʼ οὗτος ποιεῖ, ταῦτα λοιδορία καὶ αἰτία· ὅταν δʼ ὅτι πρὸς τοὺς θεσμοθέτας προσῆκεν ἐπαγγέλλειν ἡμῖν, ἐκεῖνο ὑπολαμβάνετε, ὅτι καὶ τοῦτο ποιήσομεν καὶ νῦν προσηκόντως περὶ τοῦ νόμου λέγομεν.