Ancient Greek · ~1 min
Section 27
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 27
Not analysed yet
καταμέμφει σεαυτὸν καὶ πένης ὢν οὐκ ἂν ἔχοις χιλίας ἐκτεῖσαι· δικάζου κλοπῆς πρὸς διαιτητὴν καὶ οὐ κινδυνεύσεις. τούτων οὐδέν ἐστι ταὐτό. τῆς ἀσεβείας κατὰ ταὔτʼ ἔστʼ ἀπάγειν, γράφεσθαι, δικάζεσθαι πρὸς Εὐμολπίδας, φαίνειν πρὸς τὸν βασιλέα. περὶ τῶν ἄλλων ἁπάντων τὸν αὐτὸν τρόπον σχεδόν.