Ancient Greek · ~2 min
Section 3
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 3
Not analysed yet
ἐγὼ τοίνυν ταῦτα μὲν οὐ παρὰ μικρὸν ἀγωνιζόμενος παρʼ ὑμῖν ἀπελυσάμην, ἀλλʼ ὥστε τὸ πέμπτον μέρος μὴ λαβεῖν τούτους τῶν ψήφων· τουτονὶ δὲ μεθʼ ὑμῶν πειράσομαι καὶ νῦν καὶ τὸν ἄλλον ἅπαντʼ ἀμύνεσθαι χρόνον. καὶ περὶ μὲν τῶν ἰδίων ἔχων ἔτι πολλὰ λέγειν ἐάσω· περὶ δʼ ὧν οἴσετε τὴν ψῆφον νυνὶ καὶ περὶ ὧν οὗτος δημοσίᾳ πεπολιτευμένος οὐκ ὀλίγʼ ὑμᾶς ἔβλαψεν, ἅ μοι παραλείπειν Εὐκτήμων ἐδόκει, βέλτιον δʼ ὑμᾶς ἀκοῦσαι, ταῦτα διεξελθεῖν ἐν βραχέσιν πειράσομαι.