Ancient Greek
Section 41
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 41
Not analysed yet
κἂν μὲν ἀντιλέγειν φῇ, μηδένα δʼ αὐτῷ πείθεσθαι, ἄτοπον δήπου νῦν λέγειν ὑπὲρ τῆς τὰ βέλτιστʼ οὐχὶ πειθομένης αὐτῷ βουλῆς· ἂν δὲ σιωπᾶν, πῶς οὐκ ἀδικεῖ, εἰ, παρὸν ἐξαμαρτάνειν μέλλοντας ἀποτρέπειν, τοῦτο μὲν οὐκ ἐποίει, νῦν δὲ λέγειν τολμᾷ ὡς δεῖ τοὺς τοσαῦτα κάκʼ εἰργασμένους στεφανῶσαι;