Ancient Greek
Section 45
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 45
Not analysed yet
ἔστι τοίνυν ὑμῖν νυνὶ σκεπτέον, εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν· εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτως παρὰ τοὺς νόμους εἰρηκότος, δόξετε πᾶσιν τὰ χρήματα ταῦτʼ ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι. ἃ οὐδʼ ἂν εἰ παρʼ ἑαυτοῦ δοίη τις ὑμῖν, λαβεῖν ἄξιον, μή τί γʼ ἐφʼ ᾧ ἑτέρους εἰσπράττειν.