Ancient Greek · ~1 min
Section 58
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 58
Not analysed yet
ὧν οὗτος ἁπάντων εἰκότως οὐ μετέχει τῇ φύσει οὐδὲ τῇ παιδείᾳ· πολλὰ γὰρ ὕβρισται καὶ προπεπηλάκισται συνὼν οὐκ ἀγαπῶσιν αὐτὸν ἀνθρώποις, ἀλλὰ δοῦναι μισθὸν δυναμένοις· ὧν προσῆκέ σοι τὴν ὀργὴν οὐκ εἰς τῶν πολιτῶν τὸν τυχόντʼ ἀφιέναι οὐδʼ εἰς τὰς ὁμοτέχνους πόρνας, ἀλλʼ εἰς τὸν τοῦτον τὸν τρόπον σε θρέψαντα.