Ancient Greek · ~2 min
Section 66
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 66
Not analysed yet
τίνος οὖν ἕνεκʼ, ὦ βδελυρέ, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντʼ ἀφʼ οὗ σὺ πολιτεύει, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες φεύγουσιν, οὐδενὸς πώποτʼ ἐξητάσθης κατήγορος οὐδʼ ἀγανακτῶν ὤφθης ὑπὲρ ὧν ἡ πόλις πάσχει, οὕτως ὢν θρασὺς καὶ λέγειν δεινός, ἀλλʼ ἐνταῦθʼ ἐφάνης κηδεμὼν ὤν, οὗ πολλοὺς ἔδει κακῶς ποιῆσαι;