Ancient Greek · ~1 min
Section 9
Demosthenes, κατὰ Ἀνδροτίωνος παρανόμων 9
Not analysed yet
ἔστι δὴ πρὸς ταῦτʼ οὐ χαλεπὸν τὰ δίκαιʼ ὑμῖν ἀντειπεῖν, ὅτι πρῶτον μὲν οἱ προεδρεύοντες τῆς βουλῆς καὶ ὁ ταῦτʼ ἐπιψηφίζων ἐπιστάτης ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, ὅτῳ δοκεῖ δωρειᾶς ἀξίως ἡ βουλὴ βεβουλευκέναι καὶ ὅτῳ μή· καίτοι τούς γε μὴ αἰτοῦντας μηδὲ λαβεῖν ἀξιοῦντας τὴν ἀρχὴν οὐδʼ ἐπερωτᾶν προσῆκεν.