Ancient Greek · ~1 min
Section 1
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 1
Not analysed yet
δίκαια ὑμῶν δεησόμεθα, ὦ ἄνδρες δικασταί, ἀκοῦσαι ἡμῶν μετʼ εὐνοίας ἐν τῷ μέρει λεγόντων, γνόντας ὅτι ἰδιῶται παντελῶς ἐσμέν, καὶ πολὺν χρόνον εἰς τὸ ὑμέτερον ἐμπόριον εἰσαφικνούμενοι καὶ συμβόλαια πολλοῖς συμβάλλοντες οὐδεμίαν πώποτε δίκην πρὸς ὑμᾶς εἰσήλθομεν, οὔτʼ ἐγκαλοῦντες οὔτʼ ἐγκαλούμενοι ὑφʼ ἑτέρων.