Ancient Greek · ~1 min
Section 26
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 26
Not analysed yet
καὶ τοῖς μὲν τὰ ἑτερόπλοα δανείσασι μόλις τἀρχαῖον ἀποδέδωκας, οἳ συνέπλευσάν σοι καὶ προσήδρευον· τούτῳ δὲ τῷ μὴ παρόντι οὐ μόνον τἀρχαῖα καὶ τοὺς τόκους ἀπεδίδους, ἀλλὰ καὶ τὰ ἐπιτίμια τὰ ἐκ τῆς συγγραφῆς ἀπέτινες, οὐδεμιᾶς σοι ἀνάγκης οὔσης;