Ancient Greek · ~1 min
Section 3
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 3
Not analysed yet
περὶ μὲν οὖν τῆς παραγραφῆς βραχύς ἐστιν ὁ λόγος· καὶ γὰρ οὗτοι οὐ τὸ παράπαν συμβόλαιον ἐξαρνοῦνται μὴ γενέσθαι ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ, ἀλλʼ οὐκέτι εἶναί φασι πρὸς αὑτοὺς οὐδὲν συμβόλαιον· πεποιηκέναι γὰρ οὐδὲν ἔξω τῶν ἐν τῇ συγγραφῇ γεγραμμένων.