Ancient Greek · ~1 min
Section 35
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 35
Not analysed yet
ἐφόδιον μὲν λαβὼν τὸ τὴν συγγραφὴν κελεύειν, οὐκ ἂν ἡγούμενος δʼ ἡμᾶς εὐπόρως ἐξελέγξαι ὅσα μόνοι πρὸς αὑτοὺς αὐτοὶ πράξειαν. καὶ ὁ Λάμπις, ὅσα μὲν εἶπεν πρὸς ἐμὲ πρὶν ὑπὸ τούτου διαφθαρῆναι, οὐκ ἐντὸς ὢν αὑτοῦ φησιν εἰπεῖν· ἐπειδὴ δὲ τὸ χρυσίον τοὐμὸν ἐμερίσατο, τότʼ ἐντὸς εἶναί φησιν αὑτοῦ καὶ πάντʼ ἀκριβῶς μνημονεύειν.