Ancient Greek · ~2 min
Section 21
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 21
Not analysed yet
καὶ ταῦθʼ ὑμῖν διὰ τοῦτο ἅπαντα διηγησάμην ἐξ ἀρχῆς, ἵνα εἰδῆτε ὅσα ἀνηλωκὼς αὐτὸς καὶ ἡλίκης μοι γεγενημένης τῆς λῃτουργίας ὕστερον ὅσα ἀναλώματα ὑπὲρ τούτου ἀνήλωσα ἐπιτριηραρχῶν, οὐχ ἥκοντος τούτου ἐπὶ τὴν ναῦν, καὶ κινδύνους ὅσους ἐκινδύνευσα αὐτὸς πρός τε χειμῶνα καὶ πρὸς πολεμίους. μετὰ γὰρ τὴν παραπομπὴν τῶν πλοίων τὴν εἰς Μαρώνειαν καὶ τὴν ἄφιξιν τὴν εἰς Θάσον, ἀφικόμενος παρέπεμπε πάλιν ὁ Τιμόμαχος μετὰ τῶν Θασίων εἰς Στρύμην σῖτον καὶ πελταστάς, ὡς παραληψόμενος αὐτὸς τὸ χωρίον.