Ancient Greek
Section 27
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 27
Not analysed yet
ἐπειδὴ τοίνυν τοῦ Εὐκτήμονος καὶ τοῦ Δεινίου ἀκούσας οὐδὲν ἐφρόντιζεν, πάλιν αὐτῷ προσέρχονται ὕστερον Πυθόδωρός τε ὁ Ἀχαρνεὺς καὶ Ἀπολλόδωρος ὁ Λευκονοεύς, ἐπιτήδειοι ὄντες ἐμοὶ καὶ φίλοι, καὶ ἐκέλευον αὐτὸν ἐπί τε τὴν ναῦν ἀπιέναι ὡς διάδοχον ὄντα, καὶ περὶ τῶν σκευῶν ἔφραζον αὐτῷ, ὅτι ἴδια ἔχοιμι ἅπαντα καὶ δημόσιον οὐδέν·