Ancient Greek · ~2 min
Section 30
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 30
Not analysed yet
λογίσασθαι δʼ ἤθελον αὐτῷ καθʼ ἕκαστον, ἕως μοι μάρτυρες παρῆσαν τῶν ἀνηλωμένων οἵ τε ναῦται καὶ οἱ ἐπιβάται καὶ ἡ ὑπηρεσία, ἵνʼ εἴ τι ἀντιλέγοι εὐθὺς ἐξελέγχοιμι. οὕτω γάρ μοι ἀκριβῶς ἐγέγραπτο, ὥστʼ οὐ μόνον αὐτά μοι τἀναλώματα ἐγέγραπτο, ἀλλὰ καὶ ὅποι ἀνηλώθη καὶ ὅ τι ποιούντων, καὶ ἡ τιμὴ τίς ἦν καὶ νόμισμα ποδαπόν, καὶ ὁπόσου ἡ καταλλαγὴ ἦν τῷ ἀργυρίῳ, ἵνʼ εἴη ἀκριβῶς ἐξελέγξαι με τῷ διαδόχῳ, εἴ τι ἡγοῖτο ψεῦδος αὑτῷ λογίζεσθαι.