Ancient Greek · ~1 min
Section 32
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 32
Not analysed yet
ἐπειδὴ δὲ κατέπλευσα πάλιν εἰς Θάσον, ἑλκύσας τὰ πλοῖα εἰς Στρύμην, οἷ προσέταξεν ὁ στρατηγός, κελεύσας τοὺς ναύτας ἐν τῇ νηὶ μένειν καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν, ἐκβὰς αὐτὸς πορεύομαι ἐπὶ τὴν οἰκίαν οὗ κατήγετο Τιμόμαχος ὁ στρατηγός, βουλόμενος κἀκείνου ἐναντίον παραδιδόναι τὴν ναῦν Πολυκλεῖ τουτῳὶ πλήρη.